Ancient Greek · ~1 min
Section 3
Scholia In Aratum, Scholia in Aratum (scholia vetera) (e cod. Perusino A 35) 3
Not analysed yet
ἐπειδὰν δέ φησιν ἐκ τοῦ εὔρου καὶ τοῦ νότου ἀστράπτῃ, ἄλλοτε δὲ ἐκ ζεφύρου καὶ βορέου, τότε ὁ ἐν πελάγει ναύτης φοβεῖται μὴ ἄρα περιέξῃ καὶ περικλύσῃ αὐτόν. τῇ μέν (936), ἀντὶ τοῦ ἔνθεν μὲν τὸ πέλαγος ἤγουν κάτωθεν, ἔνθεν δὲ ὁ τοῦ Διὸς ὄμβρος, ἤγουν ἄνωθεν. αἱ γὰρ ἀστραπαὶ αὗται σφοδρὸν ὑετὸν δηλοῦσιν.