Ancient Greek · ~2 min
Fragment col10
Scholia In Callimachum, Diegeseis in Hecalam (scholia vetera) 10
Not analysed yet
Ἑκάλης Ἀκταίη τις ἔναιεν Ἐρεχθέος ἔν ποτε γουνῷ Θησεὺς φυγὼν τὴν ἐκ Μηδείης ἐπιβουλὴν διὰ πάσης ἦν φυλακῆς τῷ πατρὶ Αἰγεῖ, ἅτ' αἰφνίδιον ἀνακομισθὲν ἐκ Τροιζῆνος μειράκιον αὐτῷ οὐ προσδοκήσαντι. βουλόμενος δ' ἐπὶ τὸν λυμαινόμενον τὰ περὶ Μαραθῶνα ταῦρον ἐξελθεῖν ὅπως χειρώσαιτο, καὶ εἰργόμενος, κρύφα τῆς οἰκίας ἐξελθὼν περὶ ἑσπέραν ἀπῆρεν. αἰφνίδιον δὲ ὑετοῦ ῥαγέντος κατ' ἐσχατιὰν οἰκίδιον θεασάμενος Ἑκάλης τινὸς πρεσβύτιδος ἐνταῦθα ἐξενοδοκήθη. πρὸς δὲ τὴν ἕω ἀναστὰς ἐξῄε̣ι ἐπὶ τὴν χώραν, χειρωσάμενος δὲ τὸν ταῦρον ἐπανῄει ὡς τὴν Ἑκά-