Ancient Greek
APPENDIX SCHΟLIΟRUM.
Scholia in Euclidem, Scholia in Euclidis Data Ad prop. LIV demonstr. alt.
Not analysed yet
11. Ἐκκείσθω δοθεῖσα p. 202, 12] τῷ μεγέθει· οὕτω γὰρ ἀεὶ λαμβάνει ἀοριστῶς λέγων. 12. Ἔστιν ἄρα ὡς τὸ Α πρὸς τὸ Β p. 202, 21] ἐμά- θομεν γάρ, ὅτι, ἐὰν τέσσαρες εὐθεῖαι ἀνάλογον ὦσιν, καὶ τὰ ἀπʼ αὐτῶν εὐθύγραμμα ὅμοιά τε καὶ ὁμοίως ἀναγεγραμμένα ἀνάλογον ἔσται. 13. Καὶ αἱ λοιπαὶ ἄρα πλευραί p. 204, 8] ἐπεὶ λόγος τῆς Γ∠ πρὸς τὴν ΕΖ δοθείς, ἔστι δὲ καὶ τὸ Α ὅμοιον τῷ Β, τῶν δὲ ὁμοίων σχημάτων αἱ πλευραὶ ἀνάλογόν εἰσιν, πρὸς ἃς αὗται ἀνάλογόν εἰσιν, κἀκεῖναι δεδομέναι ἔσονται.