Ancient Greek
APPENDIX SCHΟLIΟRUM.
Scholia in Euclidem, Scholia in Euclidis Data Ad prop. LXVIII demonstr. alt.
Not analysed yet
36. Πῶς δυνατὸν ποιῆσαι, ὡς τὸ Α παραλληλόγραμ- μον πρὸς τὸ Β παραλληλόγραμμον, οὕτως τὴν Κ πρὸς Λ; εἰλήφθω τῶν Γ∠, ΕΖ τρίτη ἀνάλογον. ἔστιν ἄρα ὡς ἡ πρώτη πρὸς τὴν τρίτην, οὕτως τὸ ἀπὸ τῆς πρώτης πρὸς τὸ ἀπὸ τῆς δευτέρας τὸ ὅμοιον καὶ ὁμοίως ἀνα- γραφόμενον, καὶ λοιπὸν ὡς ἐπὶ εὐθειῶν γεγονέτω, ὡς ἡ πρώτη πρὸς τὴν τρίτην, οὕτως ἡ Κ πρὸς Λ. 37. Τὸ Α ἄρα πρὸς τὸ Β p. 218, 3] ὡς δέδεικται ἐν τῷ ς΄ βιβλίῳ τοῦ Εὐκλείδου ἐν τῷ κγ΄ θεωρήματι. 38. Ἀλλὰ μὲν καὶ ἡ Κ p. 218, 6] ἐὰν ὦσι δύο εὐθεῖαι, καὶ ληφθῇ τις μία εὐθεῖα, ἡ μία τῶν πρότε- ρον πρὸς τὴν ἑτέραν λόγον ἔχει τὸν συγκείμενον ἔκ τε τοῦ ὃν ἔχει ἡ πρώτη πρὸς τὴν ἔξωθεν, ὡς ἔτυχεν, ληφθεῖσαν καὶ ὃν ἡ ληφθεῖσα πρὸς τὴν ἑτέραν. 39. Ὁ ἄρα συγκείμενος p. 218, 8] κεῖται δὲ ὡς τὸ Α πρὸς τὸ Β, οὕτως ἡ Κ πρὸς Λ· ὥστε καὶ ἡ Κ πρὸς Λ λόγον ἔχει τὸν συγκείμενον ἐκ τῶν πλευρῶν, τοῦ ὃν ἔχει ἡ Γ∠ πρὸς ΕΖ καὶ ἡ ΘΓ πρὸς ΕΗ.