Ancient Greek
SCHOLIA.
Scholia in Euclidem, Scholia in Euclidis Data Ad prop. XI.
Not analysed yet
91. Δέδοται ἄρα τὸ ∠ΖΕ τρίγωνον p. 70, 21] ἐπεὶ οὖν δέδοται ἑκατέρα τῶν ∠Ε, ΕΖ, δέδοται καὶ ὁ πρὸς ἀλλήλας αὐτῶν λόγος διὰ τὸ α΄. ὁμοίως καὶ ὁ τῶν ΕΖ, Ζ∠ δέδοται λόγος· καὶ ἔτι ὁ τῶν Ζ∠, ∠Ε δέ- δοται λόγος. ἔστι δὲ καὶ ἑκάστη τῶν ∠,Ε, Ζ γωνιῶν δεδομένη τῷ μεγέθει. δέδοται ἄρα τὸ ∠ΕΖ τρίγωνον τῷ εἴδει, ὡς ἐν τοῖς ὅροις. 92. Δέδοται ἄρα καὶ τὸ ΑΒΓ p. 70, 23] ἐπεὶ τὰ ΑΒΓ, ∠ΕΖ τρίγωνα ἀνάλογον ἔχοντα τὰς πλευρὰς ἐδείχθη, τῶν δὲ τοῦ ΑΒΓ τριγώνου πλευρῶν ὁ λόγος ὁ πρὸς ἀλλήλας δέδοται, δέδονται δὲ αὐτοῦ αἱ γωνίαι· ἴσαι γάρ εἰσι ταῖς τοῦ ∠ΕΖ τριγώνου· δέδοται ἄρα τῷ εἴδει, ὡς ἐν τοῖς ὅροις.