Ancient Greek
Ad prop. XXV. to Ad prop XXX.
Scholia in Euclidem, Scholia in Euclidis Data Ad prop. XXV.-Ad prop XXX.
Not analysed yet
81. Λέγω, ὅτι —σημεῖον p. 46, 17–18] δῆλον, ὅτι τῇ θέσει· μόνον γὰρ τῇ θέσει δέδοται τὰ σημεῖα. 82. Τὰ Α, Β δέδοται τῇ θέσει· μόνον γὰρ τῇ θέσει δέδοται τὰ σημεῖα. 83. Εἰ μὲν γὰρ τὸ Β σημεῖον ἢ ἐντὸς ἢ ἐκτὸς μεταπεσεῖται, οὐκ ἔσται τῷ μεγέθει δεδομένη ἡ εὐθεῖα· εἰ δὲ μεταπεσεῖται ἢ ἄνω ἢ. κάτω, οὐκ ἔσται τῇ θέσει δεδομένη. 84. Παντὸς γὰρ τριγώνου ἡ ἐκτὸς γωνία δυσὶ ταῖς ἐντὸς καὶ ἀπεναντίον ἴση ἐστίν.