Ancient Greek · ~3 min
Ad prop. XVII.
Scholia in Euclidem, Scholia in Euclidis phaenomena (scholia vetera) 117
Not analysed yet
117. ∠ιὰ τὰ αὐτά p. ἐπεὶ αἱ ΜΛ, ΘΚ ἴσον ἀπέχουσι τοῦ θερινοῦ τροπικοῦ, ἔχομεν δὲ ἀπὸ τοῦ ιεʹ θεωρήματος, ὅτι ἴσον ἀπέχουσαι τοῦ θερινοῦ τροπικοῦ ἐν ἴσοις χρόνοις ἐξαλλάσσουσι τὸ φανερὸν ἡμισφαίριον,ετι δὲ καὶ ἀπὸ τοῦ ιζ΄, ὅτι αἱ ἴσον ἀπέχουσαι ὁποτερασοῦντῶν συναφῶν ἐν ἴσοις χρόνοις ἐξαλλάσσουσι τὸ ἀφανὲς ἡμισφαίριον, πρὸς δὲ καὶ ἀπὸ τοῦ ἴσου ὡς αἱ ἴσαι καὶ ἀπεναντίον περιφέρειαι ἐν ᾧ χρόνῳ ἡ ἑτέρα ἐξαλλάσσει τὸ φανερὸν ἡμισφαίριον, ἐν τῷ αὐτῷ ἡ ἐτέρα τὸ ἀφανὲς καὶ ἀνάπαλιν. διὰ δὴ ταῦτα ἐν ᾧ χρόνῳ ἡ Ζ ἐξαλλάσσει τὸ φανερὸν ἡμισφαίριον, ἐν τούτῳ ἡ Κῶ τὸ ἀφανὲς καὶ ἀνάπαλιν.