Ancient Greek · ~2 min
Chapter pr
Scholia in Euclidem, Scholia in Euclidis phaenomena (scholia vetera) 17
Not analysed yet
17. Ἐὰν δὲ ἐν σφαίρᾳ p. διὰ τὸ ιβʹ τοῦ Αὐτούκου. ἐκ τούτου δὲ δῆλον, ὅτι οἴ προδιωρισμένοι ἐπὶ τοῦ ιβʹ ἀργοὶ φανήσονται, εἴγε οὕτως κείσονται· ἐὰν ἐν σφαίρᾳ μένων κύκλος κύκλον μέγιστον τῶν ἐν τῇ σφαίρᾳ δίχα τέμνῃ, καὶ ὁ μένων μέγιστος ἔσται. ἐπεὶ δὲ ὁ Αὐτόλυκος οὐ δύναται ὁρᾶν μέγιστον, διὰ τοῦτο προξιορίζεται λέγων· ἐὰν ἐν σφαίρᾳ μένων κύκλος φερόμενόν τινα τῶν ἐν τῇ σφαίρᾳ κύκλων ἀεὶ δίχα τέμνει, ὁ δʼ ἕτερος αὐτῶν μήτε πρὸς ὀρθὰς ᾖ τῶ ἄξονι μήτε διὰ τῶν πόλων τῆς σφαίρας, ἑκάτερος αὐτῶν μέγιστος ἔσται.