Ancient Greek · ~2 min
Ad prop. lV.
Scholia in Euclidem, Scholia in Euclidis phaenomena (scholia vetera) 63
Not analysed yet
63. Λέγω ὅτι p. ἢ καὶ οὕτως· λέγω, ὅτι τὸ πρότερον δύνεται τοῦ Ζ. ἐπεὶ γὰρ ἡ ΚΘ μείζων ἐστὶν ἢ ὁμοία τῆς ΜΛ, ὧν ἡ ΚΖ ὁμοία ἐστὶ τῇ ΜΝ, λοιπὴ ἄρα ἡ ΘΖ μείζων ἐστὶν ἢ ὁμοία τῆς ΝΛ. πρότερον ἄρα δύνεται τὸ Ν τοῦ Ζ· ἀλλὰ καὶ τὸ Η τοῦ Ν πολλῷ ἄρα τὸ Η πρότερον δύσεται τοῦ Ζ.