Ancient Greek · ~2 min
Ad prop. XII.
Scholia in Euclidem, Scholia in Euclidis phaenomena (scholia vetera) 91
Not analysed yet
91. Ἔσφαλται ἡ καταγραφή. ὅπου γὰρ τὸ Α κεῖται, ὀφείλει κεῖσθαι τὸ Β, καὶ ὅπου τὸ Β, τὸ Α· ἔνθα τε κεῖται τὸ Γ ὀφείλει κεῖσθαι τὸ ∠,καὶ ἔνθα τὸ ∠,τὸ Γ. καὶ οὕτως ὁ τῶν ζῳδίων κύκλος θέσιν ἔχειν τὴν Β∠. ὅτε γὰρ ἀνατεταλμένον ἐστὶ τὸ μετὰ τὸν Καρκίνον ἡμικύκλιον, ὀφείλει κεῖσθαι ὡς τὰ δυτικῶν ἐν τοῖς ἀνατολικοῖς, καὶ οὕτως ἀσφαλτὸν τὴν καταγραφὴν γενέσθαι.