Ancient Greek
Section 13
Scholia in Euclidem, Scholia in opticorum recensionem Theonis (scholia vetera) 13
Not analysed yet
13. Ἴσως εἴποι τις ἄν, ὡς, ἐπειδὴ οὐ μόναι αἱ ΒΓ, Β∠ προσπίπτουσιν ἀκτῖνες πρὸς τὸ Γ∠ μέγεθος, ἀλλὰ καὶ ἄλλαι πλεῖσται μεταξὺ τῶν Γ, ∠,ὅτε ἀφισταμένου τοῦ Γ∠ μεγέθους οὐ πίπτουσιν αἱ ΒΓ, Β∠ ἀκτῖνες, προσπεσοῦνται αἱ μεταξὺ τοῦ μέσου προσπεσοῦσαι ἀκτῖνες. λέγομεν οὖν πρὸς τὸν οὕτω ἀπορήσαντα, ὅτι, εἰ καὶ πρὸς μικρὸν ἀφεστηκότος τοῦ Γ∠ μεγέθους οὐ προσβαλοῦσιν αἱ ΒΓ, Β∠ ἀκτῖνες, ἀλλʼ αἱ μεταξὺ τοῦ μέσου, καὶ ἐπὶ πλεῖστον ἀφεστηκότος τοῦ τοιούτου μεγέθους οὐδʼ αἱ μεταξὺ τοῦ μέσου προσπεσοῦνται διὰ τὸ πλατύνεσθαι τὸ μεταξὺ τῶν τοιούτων ὄψεων διάστημα ἀφισταμένου τοῦ μεγέθους ὄντος ὡρισμένου παντὸς μεγέθους.