Ancient Greek
Section 33
Scholia in Euclidem, Scholia in opticorum recensionem Theonis (scholia vetera) 33
Not analysed yet
33. Ἐπὶ τὸ Β πέρας p. 176, μετακινουμένου δηλονότι ἢ τοῦ ἐνόπτρου ἢ τοῦ ὁρῶντος· οὐ γὰρ κατὰ πρώτην τυχὸν ἐπιβολὴν τῆς ὄψεως κατʼ ἔμφασιν ὁραθήσεται παρὰ τῆς ὄψεως ἐν τῷ κατόπτρῳ τὸ ἄκρον τοῦ ὕψους.