Ancient Greek
Section 5
Scholia in Euclidem, Scholia in opticorum recensionem Theonis (scholia vetera) 5
Not analysed yet
5. Μετεώρους μὲν ἀπλῶς ἀκτῖνας τὰς μακρὰς ὀνομάζει καὶ ὑψηλάς, μετεωροτέρας δὲ τούτων αὐτῶν πάλιν τὰς μακροτέρας τε καὶ ὑψηλοτέρας· οἷον ὡς ἐν ὑποδείγματι ἔστωσαν τρία μεγέθη ἀλλήλων ἀπέχοντα ἱκανὸν διάστημα τὰ ΒΓ, ∠Ζ, Κ Λ, καὶ προσπιπτέτωσαν ἐπʼ αὐτὰ ὄψεις αἱ ΒΝ, ∠Ν, ΚΝ. λέγω, ὅτι ἴσων μεγεθῶν τούτων ὑποκειμένων καὶ ἀπὸ τοῦ Ν σημείου, καθʼ ὅ ἐστι τὸ ὄμμα, τῶν ἀκτίνων προσπιπτουσῶν μετεωροτέρα ἐστὶν ἡ μὲν ΒΝ ἀκτὶς τῆς ∠Ν, ἡ δὲ ∠Ν τῆς ΚΝ, καὶ ὁμοίως ἂν τοῦτο ὑπῆρχεν, εἰ καὶ ἕτεραι πλείους αὐτῶν ἦσαν.