Ancient Greek
Section 69
Scholia in Euclidem, Scholia in opticorum recensionem Theonis (scholia vetera) 69
Not analysed yet
69. Ἐπὶ τὴν κοινὴν ἄρα p. 208, ἔχομεν γὰρ ἐν τοῖς Στερεοῖς θεώρημα· ἐὰν ἐπίπεδον πρὸς ἐπίπεδον ὀρθὸν ᾖ, καὶ ἀπό τινος σημείου αὐτῶν ἐν ἑνὶ τῶν ἐπιπέδων ἐπὶ τὸ ἕτερον ἐπίπεδον κάθετος ἀχθῇ, ἐπὶ τῆς κοινῆς τομῆς πεσεῖται τῶν ἐπιπέδων.