Ancient Greek
Section 78
Scholia in Euclidem, Scholia in opticorum recensionem Theonis (scholia vetera) 78
Not analysed yet
78. Ἀλλὰ δὴ ἔστω p. 222, ἐπεὶ εἶπεν, ὅτι· ἤτοι δὲ ἡ ∠Ζ μείζων τῆς ἐκ τοῦ κέντρου ἢ ἴση ἢ ἐλάσσων, ὑπέθετο δὲ αὐτὴν μείζονα καὶ ἔδειξε τὸ ΑΒ μέγεθος τοῦ ∠Ζ ἔλασσον, νῦν ὑποτίθεται τὴν ∠Ζ ἴσην τῇ ἐκ τοῦ κέντρου καὶ δείκνυσι πάλιν τὸ ΑΒ μέγεθος ἔλασσον τοῦ ∠Ζ μεγέθους, ἐν δὲ τῷ ἐφεξῆς ὑποτίθεται τῆν ∠Ζ ἐλάσσονα τῆς ἐκ τοῦ κέντρου καὶ πάλιν δείκνυσί τὸ ΑΒ μέγεθος ἔλασσον τοῦ ∠Ζ μεγέθους.