Ancient Greek
Section 9
Scholia in Euclidem, Scholia in opticorum recensionem Theonis (scholia vetera) 9
Not analysed yet
9. Μὴ θορυβείτω γὰρ ἡμᾶς τοῦτο, ὅπως τὸ μὲν ΒΓ∠ τρίγωνον ἐπὶ πλέον ἠνέῳκται κατὰ πλάτος, τὸ δὲ ΒΚ Λ στενώτερόν ἐστι. πρῶτον μὲν γὰρ τοῦ στοιχειωτοῦ ζητοῦντος ἴσα καὶ παράλληλα νοεῖν τὰ φαινόμενα, εἴπερ τὸ ΒΚ Λ τρίγωνον κατὰ πάντα ἐφήρμοζε τῷ ΒΓ∠ τριγώνῳ, οὐκ ἂν ἦσαν δύο, ἀλλʼ ὡς ἓν ἐφαίνοντο ἀλλʼ οὐδὲ παράλληλα· νῦν δʼ οὕτως, ὡς ἔχει, τεθέντων συμβαίνει τὴν ἔκθεσιν ἐφαρμόζειν αὐτοῖς· καὶ γὰρ παράλληλά τέ εἰσι τὰ τρίγωνα, καὶ τὸ ΒΚΛ τρίγωνον πλεονεκτεῖ τῷ μήκει τῶν ΒΚ, ΒΛ γραμμῶν, καί ἐστι διὰ ταῦτα ἴσον τὸ ἕτερ