Ancient Greek
Section 91
Scholia in Euclidem, Scholia in opticorum recensionem Theonis (scholia vetera) 91
Not analysed yet
91. Τῶν ἴσῳ τάχει φερομένων τὰ πόρρω δοκεῖ βραδύτερον φέρεσθαι. φερέσθω γὰρ δύο σημεῖα τὰ Α, Β ἐπὶ παραλλήλων εὐθειῶν τῶν Α∠, Β ὁμαλῶς· τὰς ἴσας ἄρα ἐν ἴσῳ χρόνῳ διελεύσεται. ἔστωσαν οὖν ἴσαι αἱ Α∠, ΒΕ, καὶ προσπιπτέτωσαν ἀκτῖνες ἀπὸ τοῦ Z ὄμματος αἱ ΖΑ, Ζ∠, ΖΕ. ἐπεὶ οὖν ἐλάττων ἐστὶν ἡ ὑπὸ ΑΖ ∠γωνία τῆς ὑπὸ ΒΖΕ, ἔλαττον ἄρα τὸ Α ∠διάστημα τοῦ ΒΕ φανήσεται. ὥστε δόξει τὸ Α βραδύτερον φέρεσθαι τοῦ Β. Ad prop. LIV.