Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ ΟΡΕΣΤΗΝ, Line 12
Scholia In Euripidem, Scholia in Euripidem (scholia vetera) 12.1-2
Not analysed yet
στέμματα: τὸν τῆς ἀρχῆς στέφανον. Αἰσχίνης γὰρ στέμματα τὰ ἔριά φησιν ἀπὸ τοῦ στέφειν τὰς ἠλακάτας· ἐξ ὧν γίνονται οἱ στέφανοι τῶν βασιλέων. ξήνασα δὲ ἀντὶ τοῦ προξενήσασα καὶ παρασχομένη. ὁ νοῦς· ἡ τῷ Ἀτρεῖ τὴν βασιλείαν περιποιησαμένη θεὰ πόλεμον καὶ ἔριν πρὸς τὸν ἀδελφὸν ἐπέκλωσε. γράφεται καὶ Ἔρις, ἵν’ ᾖ· ἡ θεὰ Ἔρις τὸν πόλεμον ἐπέκλωσε Θυέστῃ καὶ Ἀτρεῖ. οὐ παράλογον δὲ καὶ ἄλλον θεὸν ἐπικλώθειν ἢ τὰς Μοίρας. Ὅμηρος γοῦν φησι [α 17]· τῷ οἱ ἐπεκλώσαντο θεοὶ οἶκόνδε νέεσθαι. —MTAB