Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ ΟΡΕΣΤΗΝ, Line 12
Scholia In Euripidem, Scholia in Euripidem (scholia vetera) 12.2
Not analysed yet
†ᾧ στέμματα ξήνασα: τοῦτό φησιν ὅτι ἡ Μοῖρα βασιλείαν μελετήσασα τῷ Ἀτρεῖ οὐ καθαρὰν ταύτην αὐτῷ ἐχαρίσατο, ἀλλὰ διὰ τῆς ἀδελφικῆς συμφορᾶς. δύο γὰρ ὄντοιν ἀδελφοῖν Πελοπίδαιν Θυέστου καὶ Ἀτρέως, τῆς βασιλείας ὀφειλομένης τῷ Θυέστῃ ὡς πρωτοτόκῳ, ταύτην ἡ Μοῖρα τῷ δευτέρῳ, Ἀτρεῖ, περιεποιήσατο. ἐκεῖνον μὲν γὰρ ἡ φύσις ἐκάλει πρὸς τὴν ἀρχήν, τοῦτον δὲ ἡ πονηρία καὶ ἐπιτέχνησις εἰς τὸ κράτος ἀνήγαγε. ταύτην γὰρ τὴν πονηρίαν καὶ ἐπιτέχνησιν Μοῖραν ἐμυθεύσαντο οἱ σοφοί· μόρος γὰρ λέγεται ἡ κακοπάθεια καὶ μορεῖν τὸ κακοπαθεῖν· ὅθεν προσλήψει τοῦ ἰῶτα μοῖρα· ἡ γὰρ πονηρία μετὰ πλείστης κακοπαθείας καὶ μόχθου νικᾷ τὴν εὐθύτητα. διὰ τοῦτο καὶ λέγεται ἡ Μοῖρα κλώθουσα καὶ ξαίνουσα: —A