Ancient Greek · ~2 min
ΣΧΟΛΙΑ ΕΙΣ ΕΚΑΒΗΝ, Line 1267
Scholia In Euripidem, Scholia in Euripidem (scholia vetera) 1267.1
Not analysed yet
οἱ μὲν περὶ τὸ Πάγγαιον εἶναι τὸ μαντεῖόν φασι τοῦ Διονύσου, οἱ δὲ περὶ τὸν Αἷμον, οὖ εἰσι καὶ Ὀρφέως ἐν σανίσιν ἀναγραφαί, περὶ ὧν φησιν ἐν Ἀλκήστιδι [966]· οὐδέ τι φάρμακον Θρῄσσαις ἐν σανίσιν, τὰς Ὀρφεία κατέγραψε γῆρυς. ὅτι δὲ καὶ Διόνυσος μάντις, καὶ ἐν Βάκχαις φησὶ [298] μάντις δ’ ὁ δαίμων ὅδε· τὸ γὰρ βακχεύσιμον καὶ ⟨τὸ⟩ μανιῶδες μαντικὴν πολλὴν ἔχει: —MAB