Ancient Greek
1270.1 to 1270.2
Scholia In Euripidem, Scholia in Euripidem (scholia vetera) 1270.1-2
Not analysed yet
θανοῦσα δ’ ἐνθάδε ἐκπλήσω βίον ἢ ζῶσα ἐκπλήσω τὸν βίον, ὅ ἐστιν· ζῶσα εἰς τέλος τοῦ εἱμαρμένου μοι βίου προκόψω: —MB †θανοῦσα δ’ ἢ ζῶσα: μετὰ θάνατον δὲ ἀμειφθήσομαι εἰς κύνα, ἢ ζῶσα ἐν τοιούτῳ εἴδει κυνείῳ τὸν ἐπικεκλωσμένον μοι χρόνον τῆς ζωῆς ἐξανύσω καὶ ἐπιζήσομαι, ὅ ἐστι· μετὰ θάνατον ἐξαλλαγήσομαι καὶ ἀμειφθήσομαι εἰς κύνειον εἶδος ἢ ζῶσα ὥστε τὸν ἐπίλοιπον χρόνον τῆς ζωῆς μου κύων οὖσα ἐπιζῆσαι: —Ai