Ancient Greek · ~2 min
ΣΧΟΛΙΑ ΕΙΣ ΕΚΑΒΗΝ, Line 1270
Scholia In Euripidem, Scholia in Euripidem (scholia vetera) 1270.3
Not analysed yet
†ἄλλως: τοῦτο ὅσοι πρὸς τὸ κύων γενήσῃ συναρμόττουσιν οὕτως λέγουσι· θανοῦσα δὲ ἐνθάδε, ἤτοι ἐν τῷ τοιούτῳ κυνείῳ εἴδει, ἀπαλλάξω μου τὴν ζωὴν ἢ ζῶσα πάλιν μεταστραφήσομαι εἰς εἶδος ἀνθρώπου, ἔξωθεν ὑπακούοντες τὸ μεταλλαχθήσομαι εἰς εἶδος ἀνθρώπειον, ἵν’ ᾖ τὸ λεγόμενον τοιοῦτον ὅτι κύων ἀποθανοῦμαι ἢ πάλιν ἄνθρωπος γενήσομαι. ὅσοι δὲ πρὸς τὸ ἡνίκ’ ἄν σε [ἡ] ποντία νοτὶς κρύψῃ, πάλιν οὕτως εἶπον ὅτι ἐνθάδε τεθνήξομαι, ἤτοι πεσοῦσα εἰς θάλασσαν ἐκεῖ ἀποθανοῦμαι, ἢ ζῶσα πάλιν τὸν εἱμαρμένον μου βίον ἐκπληρώσω: —Ai