Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ ΟΡΕΣΤΗΝ, Line 156
Scholia In Euripidem, Scholia in Euripidem (scholia vetera) 156-2
Not analysed yet
τί φὴς ὦ τάλας: οἰκειούμενος τὰς συμφορὰς ὁ χορὸς καὶ συναχθόμενος γεγωνότερον ἀνέκραγε τὸ ὦ τάλας· διό φησιν ὀλεῖς, εἰ βλέφαρα κινήσεις: —MTAB ὦ τάλας: δεῖ νοεῖν στεναγμόν τινα γεγενῆσθαι μετὰ τὸ ὦ τάλας ὑπὸ τοῦ χοροῦ, ἵνα εὔλογον ᾖ τὸ παρὰ τῆς Ἠλέκτρας εἰρημένον [167] σὺ γάρ νιν, ὦ τάλαινα, θωΰξασ’ ἔβαλες ἐξ ὕπνου: —MTB