Ancient Greek · ~1 min
ΣΧΟΛΙΑ ΕΙΣ ΟΡΕΣΤΗΝ, Line 173
Scholia In Euripidem, Scholia in Euripidem (scholia vetera) 173
Not analysed yet
ὑπνώσσει: μὴ ταράσσου, φησὶν ὁ χορὸς, κοιμᾶται γάρ. τὰ γὰρ δύο σ ἐνεστῶτος ποιοῦσι τὸ ῥῆμα: —MTBi λέγεις εὖ: ἀληθῶς καὶ καλῶς λέγεις. ταῦτα δέ φησι σκοπήσασα αὐτὸν κοιμώμενον: —MTBi †λέγεις εὖ: ἀντὶ τοῦ ἀληθῶς λέγεις. ὡς καὶ αὐτὴ θεωρήσασα αὐτὸν κοιμώμενόν φησιν: —A