Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ ΟΡΕΣΤΗΝ, Line 191
Scholia In Euripidem, Scholia in Euripidem (scholia vetera) 191-2
Not analysed yet
ἐξέθυσ’ ὁ Φοῖβος ἡμᾶς: ἀντὶ τοῦ ἀπώλεσεν ἡμᾶς ὁ Ἀπόλλων πατροφόνου μητρὸς αἷμα δούς, οἷον ἐνδοὺς ἡμῖν καὶ κελεύσας τὸν τῆς μητρὸς φόνον ἐργάσασθαι. τὸ δὲ ἑξῆς· μέλεον ἀποδοὺς αἷμα φόνον πατροκτόνου μητρός: —MTAB Ἄλλως: ἡ ἐξ πρὸς τὸ πατροφόνου. τουτέστι· δοὺς ἡμῖν τὸ αἷμα καὶ τὸν φόνον τῆς πατροφόνου μητρός. οἷον· ἐγχειρίσας ἡμῖν καὶ κελεύσας ἀπὸ τοῦ φόνου καὶ τοῦ αἵματος τῆς μητρὸς τιμωρῆσαι τῷ πατρί. δύναται δὲ καὶ ἀποδούς: —MTAB