Ancient Greek · ~3 min
ΣΧΟΛΙΑ ΕΙΣ ΕΚΑΒΗΝ, Line 3
Scholia In Euripidem, Scholia in Euripidem (scholia vetera) 3.2
Not analysed yet
Ἑκάβης παῖς γεγὼς ⟨τῆς⟩ Κισσέως: τὰ περὶ τῆς Ἑκάβης διαφόρως ἱστόρηται. Φιλόχορος μὲν γὰρ ἐν τῷ περὶ τραγῳδιῶν συγγράμματι [FHG IV p. 648a] Χοιρίλην αὐτήν φησι καλεῖσθαι, ἴσως δὲ διὰ τὸ πολύπαιδα γεγενῆσθαι· ἡ γὰρ χοῖρος πολλὰ τίκτει, καὶ ἐν τοῖς Ὀρφικοῖς οἱ χοῖροι ἑκάβαι προσαγορεύονται. οἱ δὲ λοιποὶ τῷ κυρίῳ αὐτὴν ὀνόματι προσηγόρευσαν. πολλάκις δὲ ὁ Εὐριπίδης αὐτοσχεδιάζει ἐν ταῖς γενεαλογίαις, ὡς καὶ ἑαυτῷ ἐνίοτε ἐναντία λέγειν, καὶ νῦν Κισσέως ἔφη θυγατέρα τὴν Ἑκάβην μετενεγκὼν τὸν πατέρα Θεανοῦς, περὶ οὗ φησιν Ὅμηρος [Α 223]· Κισσῆς τόν γ’ ἔθρεψε δόμοις ἔνι τυτθὸν ἐόντα μητροπάτωρ, ὅς τίκτε Θεανὼ καλλιπάρῃον: —MA