Ancient Greek
3.3 to 3.6
Scholia In Euripidem, Scholia in Euripidem (scholia vetera) 3.3-6
Not analysed yet
γράφεται τῆς Κισσίας· καὶ ὑπονοοῦσιν ἀπὸ γενεᾶς τινος Φρυγίας εἰρῆσθαι ἢ ἀπὸ κώμης, ὡς Φιλόχορος ἐν τῇ πρὸς Ἀσκληπιάδην ἐπιστολῇ: —MA τὸ ἑξῆς ἥκω Πολύδωρος ὁ παῖς Ἑκάβης τῆς Κισσέως: —MA ἔνιοι Ἠετίωνος καὶ Ἱπποθόης τῆς Ἐριχθονίου Κισσέα φασὶ γενέσθαι, οὗ καὶ Τηλεκλείας τῆς Ἴλοῦ Ἑκάβην καὶ Θεανώ: —M τὸ χ, ὅτι ἰδίως Κισσέως φησὶ τὴν Ἑκάβην Ὁμήρου Δύμαντος αὐτὴν εἰρηκότος [Π 718]· αὐτοκασίγνητος Ἑκάβης, υἱὸς δὲ Δύμαντος: —M