Ancient Greek
333.1 to 333.5
Scholia In Euripidem, Scholia in Euripidem (scholia vetera) 333.1-2-5
Not analysed yet
τὸ δεύτερον τίς ἀντὶ τοῦ οὐδείς: —Mg τίς ἔλεος: εἰς τὸ τίς ἔλεος στιγμὴν δεδωκότες λείπειν τῷ λόγῳ φήσομεν τὸ γενήσεται καὶ τὸ ἄλλο τίς ἀντὶ τοῦ οὐδείς, ἵν’ ᾖ ὁ νοῦς οὕτως· τίς ἔλεος γενήσεται, ἀντὶ τοῦ· τίς ἐλεήσει σε, Ὀρέστα: —MTAB ἄλλως: τίς ἄρα, φησὶ, τοῦτον ἐλεήσει, τίς δὲ ὁ κίνδυνος οὗτος καὶ ἡ μανιώδης νόσος ἐπέρχεται ἐπὶ σὲ τὸν μέλεον, ταχύνων σε καὶ ἐξεγείρων. τουτέστιν· ἆρα δαίμων τις ἐπιπέμπει τούτῳ τὰς Ἐρινύας: —MTAB ἢ καὶ ἄλλως: τίς ἐλεήσει αὐτόν· ἔξωθεν ἀκουσόμεθα τὸ οὐδείς. διὰ τί· οὗτος γὰρ αὐτῷ ὁ κίνδυνος, ὁ ἐκ τῶν Ἐρινύων, ἐπέρχεται φόνιος, μεθ’ ὁρμῆς φερόμενος ἐπὶ σὲ τὸν μέλεον: —MTB ἄλλως: τίς ἔλεός ἐστι τούτῳ τῷ Ὀρέστῃ, τίς, ὦ Ζεῦ, ᾧ δάκρυα δάκρυσι συμβάλλεταί τις ἀλάστωρ, πορεύων εἰς δόμους, ἀντὶ τοῦ περιέλκων αὐτὸν τῇ μανίᾳ [καὶ ἀναβακχεύων] κατὰ τὸν οἶκον, ὅστις, ὁ ἀλάστωρ, ἀνεγείρει τὸ αἷμα τῆς μητρός: —MTAB