Ancient Greek · ~3 min
ΣΧΟΛΙΑ ΕΙΣ ΟΡΕΣΤΗΝ, Line 333
Scholia In Euripidem, Scholia in Euripidem (scholia vetera) 333.6
Not analysed yet
†ἄλλως: τίς ἔλεός ἐστι τούτῳ, ᾧ δάκρυα ἐπιβάλλει τις τῶν ἀλαστόρων δαιμόνων, τὸ αἷμα τῆς μητρός πορεύεσθαι καὶ διατρέχειν αὐτὸν κατὰ τὸν οἶκον ποιοῦν. τινὲς δὲ ἤκουσαν εἰς ἀλαστόρων δόμον ἀντὶ τοῦ εἰς Ἅιδου, εἰς τὸν οἶκον τῶν ἀλαστόρων· καὶ τίς δὲ ἡ νόσος πορεύεσθαι αὐτὸν ποιοῦσα εἰς Ἅιδου. ἡ δὲ περικοπή· οἵων μόχθων ἐπιθυμήσας, ὦ τάλας, διέφθαρσαι, δεξάμενος ἀπὸ τοῦ τρίποδος τὴν μαντείαν, ἣν ὁ Ἀπόλλων εἶπε κατὰ τοὺς Δελφοὺς, ἔνθα γῆς ὀμφαλὸς λέγεται. τίς ἐλεήσει αὐτὸν, ὦ Ζεῦ· τί· οὗτος γὰρ αὐτῷ ὁ ἀγὼν ἐκ τῶν Ἐρινύων ἐπέρχεται διὰ τὸν τῆς μητρὸς φόνον, μεθ’ ὁρμῆς φερόμενος ἐπὶ σὲ τὸν μέλεον. μετέβαλε δὲ ἀπὸ τοῦ περὶ αὐτοῦ λόγου εἰς τὸν πρὸς αὐτόν: —TB