Ancient Greek · ~1 min
ΣΧΟΛΙΑ ΕΙΣ ΟΡΕΣΤΗΝ, Line 341
Scholia In Euripidem, Scholia in Euripidem (scholia vetera) 341.1
Not analysed yet
ἀνὰ δὲ λαῖφος: ἀνατινάξας δέ τις δαίμων τὸν ὄλβον κατέκλυσεν αὐτὸν καὶ κατεπόντισεν, ὡς ἀκάτου θοᾶς λαῖφος πόντου λάβροις ὀλεθρίοις κύμασιν. ὅσον γὰρ δύναται πνεῦμα κατὰ νηὸς ἐν θαλάσσῃ, τοσοῦτον κατὰ τὸν βίον τῶν ἀνθρώπων ἡ τύχη: —MTAB