Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ ΟΡΕΣΤΗΝ, Line 340
Scholia In Euripidem, Scholia in Euripidem (scholia vetera) 340-2
Not analysed yet
ὁ μέγας ὄλβος: περισσὸν τὸ ἓν ὡς: —MiTA οὐ μόνιμος ὁ μέγας ὄλβος. κατέκλυσε γὰρ αὐτὸν δαίμων τις, ὡσεὶ λαῖφος ἀκάτου θοᾶς τινάξας κατέκλυσε τοῖς ὀλεθρίοις καὶ λάβροις κύμασι πόντου. τὸ δὲ δεινῶν πόνων ἐν μέσῳ ἀναπεφώνηται. ἢ οὕτως· ὡς δὲ πόντου λάβροις ὀλεθρίοις ἐν κύμασι δαίμων τις ἀκάτου θοᾶς λαῖ φος κατέκλυσεν, οὕτως καὶ τὸν μέγαν ὄλβον κατέκλυσε τινάξας ὑπὸ δεινῶν πόνων: —MiTAB