Ancient Greek · ~1 min
ΣΧΟΛΙΑ ΕΙΣ ΕΚΑΒΗΝ, Line 350
Scholia In Euripidem, Scholia in Euripidem (scholia vetera) 350
Not analysed yet
†τοῦτό μοι πρῶτον βίου: τοῦτό μοι ἦν πρῶτον [καὶ] ὅτι ἦν βασιλέως θυγάτηρ. ἔπειτα ἐτράφην ὑπὸ καλῶν ἐλπίδων βασιλεῦσι νύμφη. τοῦτο ἐλλιπές ἐστιν. ὁ δὲ νοῦς καὶ ἡ σύνταξις οὕτως· ἐτράφην ὑπὸ καλῶν ἐλπίδων μέλλουσα γενέσθαι νύμφη βασιλεῦσιν ἀπὸ βασιλέων γεννηθεῖσα. λείπει γὰρ ἐν τῷ βασιλεῦσι νύμφη τὸ μέλλουσα γενέσθαι: —A τὸ κεφάλαιον: —MgAg