Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ ΟΡΕΣΤΗΝ, Line 373
Scholia In Euripidem, Scholia in Euripidem (scholia vetera) 373-2
Not analysed yet
ὡς εὐτυχοῦντας: εἰώθασιν οἱ ἄνθρωποι τὰς τῶν ἐχθρῶν ἀτυχίας εὐτελεῖς λογίζεσθαι βουλόμενοι μέχρι θανάτου τὴν ἀτυχίαν αὐτοῖς προκόπτειν. καὶ ὁ Μενέλαος τοίνυν ἔφεδρος ὢν τῇ τοῦ Ὀρέστου ἀρχῇ μόνον τὸ ζῆν αὐτὸν εὐτυχίαν ὁρίζεται: —MTAB ἄλλως: τὰ κατὰ τὸν Ἀγαμέμνονα ἠπιστάμην καὶ τὸν ἐκείνου θάνατον ἐδάκρυσα, ἐλπίζων δὲ περιπτύσσεσθαι τὸν Ὀρέστην καὶ τὴν μητέρα ὡς σῳζομένους, παρ’ ἐλπίδας ἤκουσα τῆς Κλυταιμνήστρας τὸν θάνατον. τὸ γὰρ εὐτυχοῦντας ἀντὶ τοῦ σώους καὶ ὑγιεῖς: —MTAB τὸ εὐτυχοῦντας κακοήθως: —MT τῶν ἁλιέων, ἀπὸ τοῦ κτυπεῖν ταῖς κώπαις. ἢ τῶν ναυτῶν: —MiBi