Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ ΟΡΕΣΤΗΝ, Line 397
Scholia In Euripidem, Scholia in Euripidem (scholia vetera) 397-2
Not analysed yet
πῶς φής: διὰ τὸ μὴ πρὸς ἔπος ποιήσασθαι τὴν ἀπόκρισιν, τούτου ἕνεκεν λέγει αὐτὸν ἀσαφῶς εἰρηκέναι: —MTAB †ἄλλως: ἐπεὶ αὐτὸς μὲν τὴν ἰδέαν ἐπύθετο τῆς νόσου, ὁ δὲ τὸ συνειδὸς ἔφη, τοῦτο δὲ οὐ πάντως νόσος, τούτου χάριν φησὶν αὐτὸν ἀσαφῶς εἰρηκέναι. τίς οὖν ἐστιν ἡ ἀπὸ τῆς συνειδήσεως νόσος· ἡ λύπη, ὡς ἑξῆς λέγει: —TAB οὐ τὸ μὴ σαφὲς λέγειν ἐστὶ σοφόν, ἀλλὰ τὸ λέγειν σαφές: —MgBi