Ancient Greek · ~2 min
ΣΧΟΛΙΑ ΕΙΣ ΟΡΕΣΤΗΝ, Line 419
Scholia In Euripidem, Scholia in Euripidem (scholia vetera) 419.1
Not analysed yet
κᾆτ’ οὐκ ἀμύνει: πανούργως ἔχει πᾶσα ἡ ἐρώτησις. ὁ μὲν γάρ φησιν ὅτι ὁ Ἀπόλλων μοι ἐκέλευσεν ἀνελεῖν τὴν μητέρα, ὁ δὲ ἀντεπάγει· καὶ πῶς ὁ κελεύσας ἀνελεῖν τὴν μητέρα οὐκ ἐλεεῖ σε μαινόμενον. τοῦ δὲ εἰπόντος ὅτι μελλητικόν ἐστι τὸ θεῖον, πάλιν ὁ Μενέλαός φησι· πῶς οὖν Ἐρινύες σε ταχέως μετῆλθον· οὐκ εἰσὶ καὶ αὗται θεαί. ἐλέγχει οὖν αὐτὸν ὡς καταψευδόμενον: —MTB