Ancient Greek · ~2 min
ΣΧΟΛΙΑ ΕΙΣ ΟΡΕΣΤΗΝ, Line 418
Scholia In Euripidem, Scholia in Euripidem (scholia vetera) 418
Not analysed yet
δουλεύομεν θεοῖς: †ἀνθρώπων ἐχόντων τὴν μορφήν. ἢ ὁποίας ὦσι δυνάμεως καὶ κρίσεως, δουλεύομεν αὐτοῖς. τοῦτο δὲ πρὸς τὸ ἀμαθέστερος: —MTB ὅ τι ποτ’ εἰσὶ⟨ν οἱ⟩ θεοί: ἀκαίρως τοῦτο· ἑώρακε γὰρ τὸν Ἀπόλλωνα καὶ ἀκήκοεν αὐτὸν αἴτιον· ὡσεί τις ἰδὼν ἀετὸν λέγει· τί ποτέ ἐστιν· ἦ ἀετός: —MTB δουλεύομεν: ἀνεπίγνωστον γὰρ ἔχουσι τοῖς ἀνθρώποις τὴν γνώμην. ὁποίας ἄρα, φησὶν, εἰσὶ δυνάμεως, δουλεύομεν αὐτοῖς: —A