Ancient Greek · ~2 min
ΣΧΟΛΙΑ ΕΙΣ ΟΡΕΣΤΗΝ, Line 479
Scholia In Euripidem, Scholia in Euripidem (scholia vetera) 479
Not analysed yet
πρὸ δωμάτων δράκων: εἰδὸς ἀντὶ γένους ἔλαβεν· γένος μὲν γὰρ ὁ ὄφις, εἶδος δὲ ὁ δράκων καὶ ἔχις καὶ τὰ λοιπὰ τῶν ὄφεων· νῦν δὲ δράκων ἀντὶ τοῦ ἔχις. οὗτοι γὰρ οὐκ ἐξ ὠῶν γεννῶνται, ἀλλὰ ζῳοτοκοῦνται καὶ τικτόμενοι διαρρηγνύουσι τὰς τῶν μητέρων γαστέρας, ὥς φησι Νίκανδρος [Ther. 134]· γαστέρ’ ἀναβρῴσαντες ἀμήτορες ἐξεγένοντο. διὸ ἔχιν αὐτὸν ὡς μητροκτόνον φησίν: —MTAB ἀντὶ τοῦ ἄγριος ὡς δράκων, ὅτι ὠμῶς ἔπραξεν. λείπει δὲ τὸ ὡς, ἴ’ ᾗ· ὡς δράκων: —MgTAB