Ancient Greek · ~1 min
ΣΧΟΛΙΑ ΕΙΣ ΕΚΑΒΗΝ, Line 518
Scholia In Euripidem, Scholia in Euripidem (scholia vetera) 518.1
Not analysed yet
†διπλᾶ με χρῄζεις δάκρυα: διπλᾶ με χρήζεις, θέλεις, ὦ γύναι, δάκρυα κερδᾶναι, οἷον κλαῦσαι, ἐν τῷ οἴκτῳ τῆς σῆς παιδὸς ἀρξόμενον τὰ ταύτης λέγειν. διπλᾶ δὲ εἶπεν ὡς νῦν μὲν κλαύσομαι λέγων τἀκείνης, ἔκλαυσα δὲ καὶ ὅτε ἐσφάζετο. καὶ τούτου χάριν εἶπε διπλᾶ: —A