Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ ΕΚΑΒΗΝ, Line 518
Scholia In Euripidem, Scholia in Euripidem (scholia vetera) 518.2
Not analysed yet
†κερδᾶναι: ὡς φίλος γὰρ κέρδος οἴεται τὸ κλαῦσαι ἐκ δευτέρου τὴν Πολυξένην. ἡ δὲ σύνταξις οὕτως· ὦ γύναι, διπλᾶ με θέλεις δάκρυα κερδᾶναι τῷ οἴκτῳ τῆς σῆς παιδός· νῦν μὲν γὰρ λέγων τέγξω, ἤγουν βρέξω, τοῖς δάκρυσι τοῦτο τὸ ὄμμα, πρὸς τάφῳ τε, ὅτε ὤλλυτο. καὶ τοῦτο ἐλλιπές· λείπει γὰρ τὸ ἐπεί καὶ ὁ καί σύνδεσμος, ἵν’ ᾖ οὕτως· νῦν τε γὰρ βρέξω τὸ ὄμμα, ἐπεὶ καὶ, ὅτε ὤλλυτο, ἔκλαυσα: —A