Ancient Greek · ~2 min
ΣΧΟΛΙΑ ΕΙΣ ΕΚΑΒΗΝ, Line 550
Scholia In Euripidem, Scholia in Euripidem (scholia vetera) 550
Not analysed yet
τὸ ἑξῆς· ἐλευθέραν δέ με μεθέντες κτείνατε, ἵνα ἐλευθέρα θάνω: —MB †ἐλευθέραν δέ μ’ ὡς ἐλευθέρα θάνω: ἤτοι ἄδετον, ἀδέσμευτον καταλείψαντες κτείνατε, ἵνα ὡς ἐλευθέρα ἀποθάνω. δουλείαν γὰρ ἡγεῖτο καὶ τὸ δεδεσμ⟨ημ⟩ένη θανεῖν. ἡ δὲ σύνταξις οὕτως· πρὸς θεῶν ὁρκωμοτικῶν μεθέντες με, ἀντὶ τοῦ καταλείψαντες, ἐλευθέραν, ἤγουν λυτὴν, κτείνατε, ὡς ἐλευθέρα θάνω. ἐν νεκροῖς γὰρ αἰσχύνομαι δούλη καλεῖσθαι ὡς δεσμηθεῖσα: —A