Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ ΟΡΕΣΤΗΝ, Line 57
Scholia In Euripidem, Scholia in Euripidem (scholia vetera) 57-2
Not analysed yet
νύκτα μή τις εἰσιδών: οὐκ ὀρθῶς νῦν ποιοῦσί τινες τῶν ὑποκριτῶν πρῴ εἰσπορευομένην τὴν Ἑλένην καὶ τὰ λάφυρα. ῥητῶς γὰρ αὐτὴν νυκτὸς ἀπεστάλθαι φησὶ, τὰ δὲ κατὰ τὸ δρᾶμα ἡμέρᾳ συντελεῖται: —MTAB †ἐδεδίει γὰρ ἡ Ἑλένη ἡμέρας ἐπιπολούσης εἰσελθεῖν, ἵνα μὴ ὑπὸ τῶν πατέρων, ὧν κατὰ Ἴλιον οἱ παῖδες ἔπεσον, ἀναιρεθῇ. αὕτη γὰρ τούτου αἰτία καὶ ἑτέρων πολλῶν. διὰ τοῦτο νυκτὸς ἐπικαταλαβούσης εἰσῄει μή †τινα ἔχουσα κατ’ ὄψιν: —A