Ancient Greek
587.1 to 587.2
Scholia In Euripidem, Scholia in Euripidem (scholia vetera) 587.1-2
Not analysed yet
†τόδ’ οὐκ ἐᾷ με: δηλονότι τὸ σὸν κακὸν, ὅταν ἐνθυμηθῶ πολλῶν ὄντων τῶν εἰς ἐμὲ κακῶν γεγενημένων ἢ γινομένων, οὐκ ἀφίησι καὶ ἐᾷ καὶ καταλιμπάνει, ἐφέλκει δὲ ἄλλη τις λύπη ἐκεῖθεν διάδοχος ὑπάρχουσα, ἡ λύπη, πάντων τῶν κακῶν τοῖς κακοῖς. καὶ νῦν τὸ μὲν σὸν πάθος ὥστε μὴ θρηνεῖν οὐδ’ ἐᾷ με: —A †ἄλλως: τὸ γὰρ κακὸν διάδοχον τῶν κακῶν εἰσαγωγή ἐστι· προστέθειται γοῦν τὸ κακοῖς, ἳνα ἡ διαδοχὴ τῶν κακῶν ἑτέρων κακῶν φανῆται ὁδοποιός: —A