Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ ΕΚΑΒΗΝ, Line 587
Scholia In Euripidem, Scholia in Euripidem (scholia vetera) 587.3
Not analysed yet
ἐφέλκεται: —Mi οἶδε καὶ τὸ κακὸν διὰ τὸν τοῦ καλοῦ κανόνα. ὁ γὰρ ἐθισθεὶς τοῖς καλοῖς, ὅταν τι κακὸν πράξῃ, γινώσκει τοῦτο ὡς ἀπὸ τοῦ κακοῦ, διδασκάλῳ τῇ πείρᾳ χρώμενος. οἷον· τρῶγέ τι γλυκὺ καὶ παρευθὺ γεῦσαι καὶ πικροῦ· καὶ νοεῖς τὸ πικρὸν εἰθισμένος ὢν τῷ γλυκεῖ. τρώγων δέ τις πάντοτε πικρὸν μὴ γευσάμενος γλυκέος, οὐκ οἶδε τὸ πικρὸν ὡς πικρόν ἐστι τῇ ἀπειρίᾳ τοῦ γλυκέος: —A