Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ ΕΚΑΒΗΝ, Line 86
Scholia In Euripidem, Scholia in Euripidem (scholia vetera) 86.1
Not analysed yet
τὸ μὲν φρίσσει ταρβεῖ ταὐτόν ἐστιν. ὁ δὲ νοῦς· οὐδέποτε ἡ ἐμὴ ψυχὴ ἀχώριστος φόβου γίνεται, τουτέστιν· ἐν κακοῖς ἀεί εἰμι. ἢ οὕτως· οὐδέποτε ἡ ἐμὴ ψυχὴ ὑπονοεῖ τι καὶ τούτου ἀχώριστος γίνεται. ἢ οὐδέποτε ἀχώριστος φόβου ἡ ἐμὴ ψυχὴ γίνεται. τινὲς οὕτως· οὐδέποτε ἡ ἐμὴ ψυχὴ φρίσσει ἢ φοβεῖταί τι ἢ ὑπονοεῖ καὶ τούτου ἀχώριστος γίνεται, οἶον· εἴ τι φοβοῦμαι καὶ ὑπονοῶ. τοῦτο καὶ γίνεται: —MA