Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ ΕΚΑΒΗΝ, Line 87
Scholia In Euripidem, Scholia in Euripidem (scholia vetera) 87.1
Not analysed yet
ποῦ ποτε θείαν Ἑλένου ψυχάν: ἔζη γὰρ Ἕλενος καὶ ὡς μέν τινες ἱστοροῦσιν, ηὐτομόλησεν, ὡς δέ τινες, ὑπὸ τῶν πολεμίων ἐλήφθη. ὁ δὲ νοῦς· ποῦ μοι ἄρα ἡ τοῦ Ἑλένου ψυχὴ ἡ μαντική. περιφραστικῶς δὲ εἶπε· ποῦ μοι ἄρα ὁ Ἕλενος ὁ μάντις καὶ ἡ Κασάνδρα, ἵνα μοι ὡς μάντεις ὄντες κρίνωσι τοὺς ὀνείρους: —MA