Ancient Greek · ~1 min
ΣΧΟΛΙΑ ΕΙΣ ΕΚΑΒΗΝ, Line 916
Scholia In Euripidem, Scholia in Euripidem (scholia vetera) 916
Not analysed yet
διασκορπίζεται: —Mi μολπᾶν δ’ ἄπο καὶ χαροποιῶν: τουτέστι· καταπαύσαντες τοὺς χοροὺς καὶ τὰς ᾠδὰς καὶ τὰς θυσίας οἱ ἄνδρες ἀνεπαύοντο ἐν τοῖς οἴκοις ἀμέριμνοι, ὡς ἀναπλευσάντων τῶν Ἑλλήνων: —MB καὶ ἄλλως: καὶ παύσαμενοι, φησὶ, τῶν χορῶν καὶ τῶν θυσιῶν ἀνεπαύοντο πάντες οἱ ἄνδρες ἀμεριμνήσαντες διὰ τοὺς Ἕλληνας: —M