Ancient Greek · ~14 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 1.1
Not analysed yet
1—58. ΠΑΡΑΦΡΑΣΙΣ. Ἐγὼ ὁ Πολύδωρος, ὁ γεγονὼς υἱὸς τῆς Ἑκάβης, τῆς θυγατρὸς τοῦ Κισσέως, πατρός τε τοῦ Πριάμου, ἦλθον ἄρτι, ἀφεὶς τὸν ἀπόκρυφον τόπον τῶν νεκρῶν, καὶ τὰς πύλας τοῦ ἀφεγγοῦς τόπου, ὅπου ὁ Ἅιδης ᾠκισμένος ἐστὶν, ὡς ἀπὸ μερισμοῦ δηλονότι, ἄνευ τῶν οὐρανίων θεῶν. ὅστις ὁ Πρίαμος, ἐπεὶ κατέλαβε τὴν Τροίαν φόβος καὶ ὑποψία καταβληθῆναι ὑπὸ τοῦ Ἑλληνικοῦ πολέμου, φοβηθεὶς ἔξω ἔπεμψεν ἐμὲ τῆς Τρωϊκῆς γῆς πρὸς τὸ οἴκημα τοῦ Πολυμήστορος, τοῦ φίλου τοῦ Θρᾳκικοῦ, ὃς Πολυμήστωρ γεωργεῖ τὴν ἀρίστην καὶ ἐπαινετὴν πεδιάδα τῆς Χερρονήσου. τὸν ἱππικὸν καὶ πολεμικὸν λαὸν διεξάγων διὰ τοῦ δόρατος. πολὺν δὲ χρυσὸν ἐξέπεμψεν ὁ πατὴρ σὺν ἐμοὶ κρυφίως, ἵνα, ἐάν ποτε καταβληθείη τὰ τείχη τῆς Τροίας, μὴ εἴη τοῖς ζῶσι παισὶ στέρησις καὶ ἔνδεια τοῦ βίου, ἤγουν τῶν συντελούντων πρὸς τὴν ζωήν. νεώτατος δʼ ἦν τῶν παίδων τοῦ Πριάμου, διὸ καὶ κρυφίως ἔξω ἔπεμψεν ἐμὲ τῆς γῆς· οὔτε γὰρ δυνατὸς ἦν βαστάζειν ὅπλα οὔτε ἔγχος διὰ τοῦ ἁπαλοῦ καὶ τρυφεροῦ βραχίονος. ἐν ὅσῳ οὖν χρόνῳ τὴν ὀρθίαν εἶχον θέσιν τὰ ὁροθέσια τῆς γῆς, οἱ πύργοι τε τῆς Τρωϊκῆς χθονὸς ἦσαν ἀκατάβλητοι, καὶ ὁ Ἕκτωρ, ὁ ἐμὸς ἀδελφὸς, ηὐτύχει ἐν τῷ πολέμῳ, καλῶς παρὰ τῷ Πολυμήστορι, τῷ πατρικῷ φίλῳ, ἐν τροφαῖς, καθά τις κλάδος, ηὐξανόμην ὁ τάλας. ἐπεὶ δὲ ἡ Τροία ἀπώλετο, καὶ ἡ ζωὴ τοῦ Ἕκτορος ἀπώλετο, κατὰ κοινοῦ, καὶ ἡ οἰκία ἡ πατρικὴ ἠφανίσθη, αὐτός τε ὁ πατὴρ, ὁ Πρίαμος ἔπεσεν, ἤτοι ἐφονεύθη, ἐν τῷ βωμῷ τῷ θεοκατασκευάστῳ, σφαγεὶς ἐκ τοῦ παιδὸς τοῦ Ἀχιλλέως τοῦ ἄγαν φονικοῦ, τοῦ Νεοπτολέμου δηλονότι, ἔκτεινεν ἐμὲ τὸν ταλαίπωρον ὁ πατρικὸς φίλος ἕνεκα τοῦ χρυσοῦ, καὶ κτανὼν ἔρριψεν εἰς τὸ κῦμα τῆς θαλάσσης, ὅπως ἔχῃ τὸν χρυσὸν ἐν τοῖς δόμοις. κεῖμαι δὲ ἐν τῷ αἰγιαλῷ ἄλλοτε ἐν τῷ κλυδωνίῳ καὶ τῇ ταραχῇ τοῦ πόντου, φερόμενος πολλοῖς δρόμοις κυμάτων, ἄταφος, ἤτοι ἐστερημένος ταφῆς. νῦν δὲ ὁρμῶ, ἤτοι φέρομαι, ἐπάνω τῆς μητρὸς τῆς Ἑκάβης τῆς προσφιλοῦς, ἔρημον ἀφεὶς τὸ ἐμὸν σῶμα, μετεωριζόμενος τρίτην ταύτην ἡμέραν ἤδη, ὅσονπερ ἦμαρ δηλονότι ἐν τῇδε τῇ γῇ τῇ Χερρονησίᾳ πάρεστιν ἡ ἐμὴ μήτηρ ἐκ τῆς Τροίας ἡ ἀθλία. πάντες δὲ οἱ Ἀχαιοὶ, ἔχοντες καὶ οἰκοῦντες τὰς ναῦς, κάθηνται ἡσύχως ἐπὶ ταῖς ἀκταῖς τῆς χθονὸς τῆς Θρᾳκικῆς. ὁ υἱὸς γὰρ τοῦ Πηλέως, ὁ Ἀχιλλεὺς, φανεὶς ἐπάνω τοῦ ἑαυτοῦ τάφου, ἐκράτησε πάντας τοὺς Ἕλληνας, κινοῦντας πρὸς τὸν οἶκον τὴν κώπην τὴν θαλασσίαν· ζητεῖ δὲ τὴν Πολυξένην σφάγιον ἐπὶ τῷ τάφῳ, ἤτοι ἐπάνω τοῦ τάφου, φίλον καὶ προσφιλὲς, αὐτῷ δηλονότι. καὶ ἐπιτυχὴς γενήσεται τοῦδε, οὐδὲ ἔσται ἀγέραστος παρὰ τῶν ἀνδρῶν τῶν φίλων, ἤτοι τῶν Ἑλλήνων. ἡ μοῖρα δὲ συνελαύνει καὶ φέρει θανεῖν ἀδελφὴν τὴν ἐμὴν κατὰ ταύτην τὴν ἡμέραν. θεάσεται δὲ ἡ μήτηρ δύο σώματα νεκρὰ δύο παίδων, ἐμοῦ καὶ τῆς κόρης τῆς δυστήνου. φανήσομαι δὲ ἐν τῷ αἰγιαλῷ ὁ ἄθλιος, ἔμπροσθεν τῶν ποδῶν τῆς δούλης, ἵνα τύχω ἐνταφιασμοῦ· τοὺς γὰρ ἐν τῷ Ἅιδῃ δυναμένους Πλούτωνα καὶ Περσεφόνην ἐξῃτησάμην καὶ ἱκέτευσα ἐπιτυχεῖν τύμβου, ἤτοι ἐνταφιασμοῦ, καὶ πεσεῖν εἰς τὰς χεῖρας τῆς μητρός. τὸ ἐμὸν μὲν, ὅσονπερ ἤθελον τυχεῖν, ἔσται, ὥστε τυχεῖν τούτου δηλονότι. ὑποχωρήσω δὲ μακρὰν τῇ γεραιᾷ Ἑκάβῃ. διαπερᾷ γὰρ καὶ κινεῖ αὕτη τὸν πόδα ὑποκάτω τῆς σκηνῆς τοῦ Ἀγαμέμνονος, φοβουμένη τὸ ἐμὸν φάντασμα, τουτέστι τὸ ὄναρ, ὃ εἶδε περὶ ἐμοῦ. φεῦ, ὦ μῆτερ, ἥτις ἐκ τῶν βασιλικῶν οἴκων εἶδες ἦμαρ δούλειον, ἤτοι δουλείαν, λίαν δυστυχεῖς, ὅσονπερ ποτὲ εὐτύχεις δηλονότι· ἀντισταθμήσας δέ τις τῶν θεῶν ἀπὸ τῆς πρότερον εὐτυχίας ἔφθειρε σέ. I.