Ancient Greek · ~1 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 2-2
Not analysed yet
1. Ἀφεὶς ὁ Πολύδωρος τὸ σῶμα ἑαυτοῦ καὶ μόνη ψυχὴ ὢν αἰωρεῖται ἐπάνω τῆς μητρὸς αὑτοῦ καὶ λέγει εἰς ἐπήκοον αὐτῆς τήν τε σφαγὴν αὑτοῦ καὶ τὴν ἐσομένην τῇ ἀδελφῇ αὐτοῦ Πολυξένῃ ὑφʼ Ἑλλήνων. ἐποίησε δὲ τοῦτο ὁ ποιητὴς ἐξεπίτηδες, ἵνα δῆλα πᾶσι ποιήσῃ τὰ κατὰ τὸν Πολύδωρον, ὃ καὶ ἐν ἀρχῇ πάντων τῶν αὐτοῦ δραμάτων ποιεῖν εἴωθεν. B. I.