Ancient Greek · ~5 min
ΔΗΜΗΤΡΙΟΥ ΤΡΙΚΛΙΝΙΟΥ ΠΕΡΙ ΜΕΤΡΩΝ ΕΚΑΒΗΣ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 10
Not analysed yet
444. —465. Τὰ τοιαῦτα εἴδη τῶν χορῶν καλεῖται κατὰ σχέσιν. κατὰ σχέσιν δέ ἐστιν, ὡς Ἡφαιστίων φησὶν, ὅσα δουλεύων ὁ ποιητὴς ἀνταποδόσει καὶ ἀνακυκλήσει γράφει. εἰσὶ δὲ τὰ παρόντα δύο στροφαί. τῆς μὲν οὖν προτέρας στροφῆς τὰ κῶλα ια΄, καὶ τῆς ἀντιστροφῆς τοσαῦτα. τὸ α΄ ἀντισπαστικὸν δίμετρον καταληκτικόν, ἤτοι ἑφθημιμερὲς Φερεκράτειον, ἐξ ἐπιτρίτου α΄ καὶ βακχείου. τὸ β΄ ὅμοιον δίμετρον ὑπερκατάληκτον, ἐξ ἐπιτρίτου δ΄, διιάμβου καὶ συλλαβῆς ἀδιαφόρου. τὸ γ΄ ἰωνικὸν τρίμετρον βραχυκατάληκτον, ἐξ ἰωνικοῦ ἀπὸ μείζονος, τροχαϊκῆς συζυγίας, ἤτοι διτροχαίου, καὶ ἰωνικοῦ ἡμίσεως· ἐν μέντοι τῷ τῆς στροφῆς κώλῳ παίωνα β΄ ἔχει ἀντὶ ἰωνικοῦ. τὸ δ΄ δίμετρον ὑπερκατάληκτον· καλεῖται δὲ περίοδος διὰ τὸ συγκεῖσθαι ἐκ τροχαϊκῆς καὶ ἰαμβικῆς συζυγίας· ἔστι δε τῶν ἀσυναρτήτων. τὸ ε΄ ἰωνικὸν δίμετρον ἀκατάληκτον ἐξ ἰωνικοῦ ἀπὸ μείζονος καὶ τροχαϊκῆς συζυγίας, ἤτοι διτροχαίου. τὸ Ϛ΄ ἰαμβικὸν δίμετρον βραχυκατάληκτον. τὸ ζ΄ ἰωνικὸν ὅμοιον τῷ ε΄. τὸ η΄ ὅμοιον δίμετρον καταληκτικὸν, ἐξ ἰωνικοῦ ἀπὸ μείζονος καὶ τροχαϊκῆς συζυγίας, ἤτοι ἐπιτρίτου β΄, καὶ συλλαβῆς μιᾶς. τὸ θ΄ χοριαμβικὸν δίμετρον καταληκτικὸν ἤτοι ἑφθημιμερὲς, ἐκ χοριάμβου καὶ ἀναπαίστου, ἤτοι τριβραχέος διὰ τὴν ἀδιάφορον. τὸ ι΄ χοριαμβικὸν ὅμοιον ἡμιόλιον, ἐκ χοριάμβου, ἤγουν ἐπιτρίτου β΄, καὶ τροχαίου διὰ τὴν ἀδιάφορον. τὸ ια΄ τροχαϊκὸν ἰθυφαλλικόν. ἐπὶ τῷ τέλει τῆς στροφῆς καὶ τῆς ἀντιστροφῆς παράγραφος μόνη.