Ancient Greek
8 to 9
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 8-9
Not analysed yet
200. λώβαν: οἱ γράφοντες “λώβαν ἐχθίσταν” ἀγνοοῦσι τὰ μέτρα· σὺ δὲ μαθὼν μὴ γράφε τοῦτο· δίμετρον γὰρ ὀφείλει εἶναι τὸ κῶλον, ὡς καὶ τὰ λοιπά· διὸ καὶ ἐξεβλήθη παῤ ἐμοῦ. 216—437. Αἱ περίοδοι αὗται πᾶσαι στίχων εἰσὶν ἰαμβικῶν τριμέτρων ἀκαταλήκτων σκη΄, ὧν τελευταῖος “αἴσχιστα Τροίαν εἷλε τὴν εὐδαίμονα.” ἐπὶ τῷ τέλει μὲν τῶν ἀποθέσεων παράγραφος, ἐπὶ τῷ τέλει δὲ πάντων τῶν στίχων κορωνὶς, ἐξιόντων τῶν ὑποκριτῶν.